Δευτέρα, 29 Νοεμβρίου 2010

ΑΓΙΟΥ ΝΕΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΙΛΟΥΜΕΝΟΥ: ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΚΑΙ ΧΑΙΡΕΤΙΣΜΟΙ, υπό Δρος Χαραλάμπους Μπούσια. ( + 29 ΝΟΕΜΒΡΙΟΥ).




Παρακλητικός Κανών
και Χαιρετισμοί

εις τον ένδοξον νέον ιερομάρτυρα

ΦΙΛΟΥΜΕΝΟΝ ΤΟΝ ΚΥΠΡΙΟΝ

Ποιηθέντα υπο Δρος Χαραλάμπους Μπούσια

*****************
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
εις τον ένδοξον νέον ιερομάρτυρα
ΦΙΛΟΥΜΕΝΟΝ ΤΟΝ ΚΥΠΡΙΟΝ

τον παρά το Φρέαρ του Ιακώβ
ιταμώς χερσίν ανόμων αποκτανθέντα.

Ευλογήσαντος του Ιερέως, το Κύριε εισάκουσον, μεθ΄ο το Θεός Κύριος, ως συνήθως, και τα εξής ˙

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.

Τους ανυμνούντας σε, Φιλούμενε, πλήσον χαράς αρρήτου, υγείας και σθένους ψυχής πατήσαι δαίμονος δολίου ισχύν, νέε ιερόαθλε της Χριστού Εκκλησίας και κοσμήτορ Φρέατος Ιακώβ, εκβοώμεν, χερσίν ανόμων άρτι ο κτανθείς και αθλοφόρων λαμπρύνας συστήματα.

Δόξα, το αυτό. Και νυν, Θεοτόκιον.

Ου σιωπήσωμεν ποτέ Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γαρ συ προΐστασο πρεσβεύουσα τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα εκ σου ˙ σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ο Ν΄Ψαλμός και ο Κανών, ου η Ακροστιχίς:
«Φιλείν με Χριστόν, Φιλούμενε, αξίωσον, Χ.»

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.

Φιλείν υπέρ πάντας με τον Χριστόν, Φιλούμενε μάρτυς, καταξίωσον τον πιστώς προσφεύγοντα σου ταις ικεσίαις, ιεροάθλων νεόδρεπτον λείριον.

Ικάνωσον πάντας την σωστικήν οδόν διανύσαι τους γεραίροντας ευλαβώς, Φιλούμενε, σου την πολιτείαν και Ιακώβ εν τω Φρέατι άθλησιν.

Λαμπάς Ορθοδόξου διαγωγής και άστρον ανδρείας, ευψυχίας και αρετής, Φιλούμενε, σκέδασον τον ζόφον ημών παθών χαμαιζήλων και θλίψεων.

Θεοτόκιον.

Ελέους αείρρυτε ποταμέ, Κεχαριτωμένη, τας καρδίας σων οικετών κατάρδευσον νάμασιν ευνοίας και προστασίας της θείας σου, Δέσποινα.

Ωδή γ΄. Ουρανίας αψίδος.

Ιερόαθλε νέε της του Χριστού πίστεως, γόνε τιμαλφέστατε Κύπρου και παμφαέστατε Ορθοδοξίας φωστήρ, μάκαρ Φιλούμενε, λύσον λυπηρών σκοτόμαιναν των προστρεχόντων σοι.

Νεαυγέστατον άστρον διαγωγής κρείτττονος το καταφωτίσαν ακτίσι πάντας συνέσεως, σων ικετών τας ψυχάς επιζητείν τα εν πόλω φώτισον, Φιλούμενε, πάτερ πανάριστε.

Μαρτυρίου τας τρίβους άρτι καλώς ήνυσας εν ναώ σεπτώ Σαμαρείας μάκαρ, Φιλούμενε, δεικνύων πάσιν ημίν σον ακατάβλητον σθένος, πρεσβευτά θερμότατε πάντων προς Κύριον.

Θεοτόκιον.

Ευσυμπάθητε Μήτερ του Λυτρωτού, πρόσδεξαι σου των οικετών τας δεήσεις, Θεογεννήτρια, και πλήρου πάντων ημών των ευλαβώς σε υμνούντων δίκαια αιτήματα προς βίον κρείττονα.

Φιλούμενε, ιερομάρτυς νεόλεκτε, τας δεήσεις των προσφύγων σου των Θεώ και Κτίστη προσάγαγε, Ου κάλλους του θείου νυν απολαύεις.

Επίβλεψον εν ευμενεία, πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα.
Ήχος β΄. Πρεσβεία θερμή.

Χαράν αληθή και ευφροσύνην ένθεον παρέχει πιστοίς η θήκη σου σκηνώματος, ην νυν ασπαζόμεθα εκβοώμεν ˙  Φιλούμενε πάντιμε, νεομαρτύρων εύχος ιερόν, ημών πλήρου πάντα τα αιτήματα.

Ωδή δ΄. Εισακήκοα, Κύριε.

Χάρις η δεδομένη σοι γένοιτο εν θλίψεσι τοις σοις πρόσφυξι στηριγμός, σεπτέ Φιλούμενε, ασφαλείας, σθένος και βοήθεια.

Ρώσιν πάσιν ανάβλυσον και παραμυθίαν και θείον έλεος, θαυματόβρυτε Φιλούμενε, ταις ειλικρινώς σε μακαρίζουσι.

Ιατρεύων νοσήματα και κακώσεις, πάτερ, ως συμπαθέστατος μη ελλίπης των τιμώντων σε και πλουτούντων ρύστην σε, Φιλούμενε.

Σβέσον καύσωνα θλίψεων και το καθ΄ημών αλάστορος σύντριψον θράσος, Μήτερ αειπάρθενε, Θεοτόκε, κόσμου καταφύγιον.

Ωδή ε΄. Φώτισον ημάς.

Τίμιε βλαστέ της Ορούντης και εξάνθισμα της Μονής Σταυροβουνίου ευανθές, σων λιτών με μύρω εύφρανον, Φιλούμενε.

Όμβρισον ημίν υετόν της θείας χάριτος, χαριτόβρυτε Φιλούμενε σοφέ, ομβροτόκος ως νεφέλη αγιάσματος.

Νέε αθλητά, αστασίαστον, Φιλούμενε, ταις του βίου πολυστρόφοις συμφοραίς διατήρησον ζωήν ημών, μακάριε.

Θεοτόκιον.

Φώτισον ημών τας οδούς, Θεογεννήτρια, ίνα μη προς σκοτομήνην ζοφεράν πορευθώμεν αμαρτίας, Μητροπάρθενε.

Ωδή στ΄. Την δέησιν.

Ιάματα το σεπτόν σου σκήνωμα, ο η Μάνδρα της Σιών θησαυρίζει παντοδαπά τοις πιστοίς αναβλύζει τοις προσιούσιν αυτό και κραυγάζουσι θερμώς ˙ Φιλούμενε σεπτέ, ιατρός ημών ίσθι ταχύτατος.

Λαμπόμενος αρετών ταις χάρισι, ταπεινώσεως αυγαίς και ακτίσιν υπακοής κατεφώτισας πάντας τους προσιόντας σοι, μάκαρ Φιλούμενε ˙ διο βοώμεν σοι ˙  ψυχών ζοφεράν ημών σκέδασον έπαρσιν.
Ομοτρόπε αθλητών, Φιλούμενε, των αρχαίων εν εσχάτοις τοις χρόνοις χερσίν ανόμων εχθρών απεκτάνθης παρ΄Ιακώβ Φρέαρ, ω διηκόνησας, εν ώρα του εσπερινού, πρεσβευτά προς Θεόν ημών ένθερμε.

Θεοτόκιον.

Υμνούντες σε φωτεινόν ως θάλαμον και ολόφωτον Κυρίου νυμφώνα τρανώς
βοώμεν ˙  ημών, Θεοτόκε, των καρδιών τα ενδότερα κάθαρον, ίνα σκηνώση εν αυταίς ο Χριστός και πανάγιος Τόκος σου.

Φιλούμενε, ιερομάρτυς νεόλεκτε, τας δεήσεις των προσφύγων σου τω Θεώ και Κτίστη προσάγαγε, Ου κάλλους του θείου νυν απολαύεις.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως επ΄εσχάτων των ημερών τεκούσα δυσώπησον ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον.
Ήχος β΄. Τοις των αιμάτων σου.

Ως νεομάρτυς της πίστεως άριστος και ταχινός αρωγός αιτουμένων σου αντίληψιν, μάκαρ Φιλούμενε, ημών δακρύων ρανίδας απόσμηξον τω μάκτρω λιτών σου προς Κύριον.

Προκείμενον.

Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου Αυτού.
Στιχ. Οι ιερείς σου, Κύριε, ενδύσονται δικαιοσύνην και οι όσιοί σου αγαλλιάσονται.

Ευαγγέλιον κατά Ιωάννην (Κεφ. ιε΄17-27, ιστ΄1-2).
Είπεν ο Κύριος τοις εαυτού μαθηταίς ˙Ταύτα εντέλλομαι υμίν, ίνα αγαπάτε αλλήλους…
(Ζήτει τη 26η Οκτωβρίου εις την Λειτουργίαν του αγίου Δημητρίου).

Δόξα. Ταις του νεοάθλου πρεσβείαις, Ελεήμον,…
Και νυν. Ταις της Θεοτόκου πρεσβείαις, Ελεήμον,…

Προσόμοιον. Ήχος πλ. β΄. Όλην αποθέμενοι.
Στιχ. Ελέησόν με, ο Θεός…

Ως αμνός πάνάμωμος εσφαγιάσθης αρτίως, νέε ιερόαθλε, θαυμαστέ Φιλούμενε, κλέος πίστεως, Ιακώβ Φρέατος του ναού εν μέσω ταις χερσίν ανόμων, άγιε ˙ διο σοι κράζομεν οι πιστοί ευτάκτως αείποτε ˙  ανόμων δείξον πράξεων πάντας υπερόπτας σους πρόσφυγας, τους ανευφημούντας σην μνήμην την φωσφόρον και λαμπράν και προσκυνούντας σον σκήνωμα, ο Χριστός ηφθάρτισε.

Είτα, Σώσον, ο Θεός, τον λαόν σου…
Ωδή ζ΄. Οι εκ της Ιουδαίας.

Μαρτυρίου τους πόνους υπομείνας αρτίως, λαμπρέ Φιλούμενε, καρδίας μου τον πόνον και σώματός μου άλγος τη ση χάριτι κούφισον ˙ προς τον Χριστόν γαρ πολλήν την παρρησίαν έχεις.

Εις το θείον σου σκήνος ως εις άκλυστον όρμον ταχύ προσφεύγοντες, Φιλούμενε, του βίου λυτρούμεθα της ζάλης και πιστώς ανακράζομεν ˙  Χαίρε, μαρτύρων σεπτών της πίστεως ακρότης.

Νεκρωθείς παιδιόθεν των εν κόσμω ηδέων Χριστόν ηγάπησας, Ον και τους σους ικέτας εκ της ψυχής μυχίων αγαπήσαι αξίωσον, νεολαμπές αθλητά, Φιλούμενε τρισμάκαρ.
Θεοτόκιον.

Έχοντές σε, Παρθένε, ακλινή προστασίαν σοι καταφεύγομεν εν πάση δυσθυμία και των επικειμένων εκλυτρούμεθα θλίψεων, Θεοκυήτορ αγνή, και ζοφερών κινδύνων.


Ωδή η΄. Τον Βασιλέα.

Αγίων δήμοις συναυλιζόμενος, πάτερ, συν αυτοίς εκδυσώπει τον Κτίστην δύναμίν μου δούναι Φιλούμενε, κατ΄άμφω.

Ξένη η χάρις πέλει, ην πάσι παρέχεις τοις σην κλήσιν επικαλουμένοις, αθλητά Κυρίου, Φιλούμενε παμμάκαρ.

Ιάτρευσόν μου τα της σαρκός αλγηδόνας και ψυχής χαλεπάς ασθενείας, του επιζητούντος, Φιλούμενε, σην χάριν.

Θεοτόκιον.

Ως του Σωτήρος ευλογημένην μητέρα σε υμνούντες εχθρού δυναστείας σώσον τους σους δούλους, βοώμεν σοι, Παρθένε.

Ωδή θ΄. Κυρίως Θεοτόκον.

Σιών νυν εν τοις κόλποις έχουσα σον σκήνος ως πολυτίμητον όλβον, Φιλούμενε, αυτώ προσφεύγει εν λύπαις και περιστάσεσιν.

Ο νέος αθλοφόρος πίστεως, μανίας του πολεμήτορος ρύου, Φιλούμενε, τους καταφεύγοντας πόθω τη αντιλήψει σου.

Νεόαθλε γενναίε, φύλαττε απαύστως ση θαυμαστή προστασία σους πρόσφυγας επινοιών του δολίου εχθρού, Φιλούμενε.

Νεόαθλε γενναίε, φύλαττε απαύστως ση θαυμαστή προστασία σους πρόσφυγας επινοιών του δολίου εχθρού, Φιλούμενε.

Θεοτόκιον.

Χαρά του Φιλουμένου του σεπτού και γέρας, Θεογεννήτορ αγνή παμμακάριστε, χαράς με πλήσον τον πόθω σε μεγαλύνοντα.

Το Άξιον εστί και τα Μεγαλυνάρια.

Χαίροις, των μαρτύρων ο κοινωνός, χαίροις, ιερέων ο διάκοσμος ευσεβών, χαίροις, του Υψίστου, Φιλούμενε, ο φίλος και πάσης Εκκλησίας έμπνουν θησαύρισμα.

Χαίροις, της Ορούντης σεπτός βλαστός, χαίροις, νήσου Κύπρου πολυτίμητος θησαυρός, χαίροις, Εκκλησίας της Μόρφου ωραιότης, Φιλούμενε, μαρτύρων νέων υπόδειγμα.

Έχων παρρησίαν προς τον Θεόν πρέσβευε απαύστως υπέρ πάντων των ευσεβών των μεγαλυνόντων την θείαν άθλησίν σου, Φιλούμενε, μαρτύρων νέων ωράϊσμα.

Χάριν αναβλύζει ως αληθώς σκήνωμα σον θείον, ο ηφθάρτισεν Ιησούς ˙  όθεν προσιόντες αυτώ μετ΄ευλαβείας καρπούμεθα κατ΄άμφω ρώμην, Φιλούμενε.

Λύτρωσαι τους σπεύδοντας ευλαβώς προσκυνήσαι σκήνος σον πανάφθορον συμφορών και εχθρού μανίας σαις θείαις ικεσίαις προς Κύριον της δόξης, μάκαρ Φιλούμενε.

Χαίροις, ο αθλήσας παρ΄Ιακώβ Φρέαρ εν εσχάτοις χρόνοις, ένδοξε ιερεύ, και οφθείς μαρτύρων ισότιμος των πάλαι, νεόαθλε γενναίε, πάτερ Φιλούμενε.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η δωδεκάς, οι Άγιοι πάντες, μετά της Θεοτόκου ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Το Τρισάγιον και το Απολυτίκιον.
Ήχος α΄. Της ερήμου πολίτης.

Της Ορούντης τον γόνον, νήσου Κύπρου το βλάστημα και ιερομάρτυρα νέον Ιακώβ θείου Φρέατος, Φιλούμενον, τιμήσωμεν, πιστοί, ως πρόμαχον της πίστεως ημών και αήττητον οπλίτην Χριστού της αληθείας πόθω κράζοντες ˙  Δόξα τω σε δοξάσαντι Χριστώ, δόξα τω σε αφθαρτίσαντι, δόξα τω σε ημίν χειραγωγόν προς πόλον δείξαντι.

Εκτενής και Απόλυσις, μεθ΄ην ψάλλομεν το εξής ˙
Ήχος β΄. Ότε εκ του ξύλου.

Πλήσον υγιείας και χαράς τους ειλικρινώς σε τιμώντας, ιερομάρτυς στερρέ, αθλητά Φιλούμενε, και διασκέδασον νοσημάτων σκοτόμαιναν και θλίψεων πόρρω, ίνα σε γεραίρωμεν ως αντιλήπτορα, τείχος αρραγές εν ανάγκαις και παραμυθίαν γλυκείαν εν δειναίς του βίου περιστάσεσι.

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Δίστιχον.
Φιλείν Χριστόν, δι΄Ον ιταμώς εκτάνθης,
Φιλούμενε, αξίωσον Χαραλάμπη.

***********************************

ΟΙΚΟΙ
ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ

εις τον ένδοξον νέον ιερομάρτυρα
ΦΙΛΟΥΜΕΝΟΝ ΤΟΝ ΚΥΠΡΙΟΝ

τον παρά το Φρέαρ του Ιακώβ
ιταμώς χερσίν ανόμων αποκτανθέντα.


Κοντάκιον. Ήχος πλ. δ΄. Τη Υπερμάχω.

Τον ανατείλαντα ως άστρον νεαυγέστατον τη Εκκλησία του Χριστού αρτίως μέλψωμεν μαρτυρίου ταις ακτίσι και θαυμασίων ταις βολαίς νεοφανέντα ιερόαθλον, ου ηφθάρτισε το σκήνωμα ο Ύψιστος πόθω κράζοντες ˙  Χαίροις, μάκαρ Φιλούμενε.

Άγγελος ουρανόφρων εποφθείς συν αγγέλοις, Φιλούμενε, χορεύεις εν πόλω (εκ γ΄) νυν και κάλλους Χριστού του Θεού απολαύων πάντων εκπληροίς, άγιε, τα δίκαια αιτήματα των πίστει σοι βοώντων ταύτα ˙

Χαίρε, ο φίλος του Ζωοδότου,
χαίρε το ξίφος του αρχεκάκου.
Χαίρε, ιερέων ενθέων ακρώρεια,
χαίρε, νεοάθλων ανδρείων υπόδειγμα.
Χαίρε, άνθος ευωδέστατον ευωδίας μυστικής,
χαίρε σκεύος διαυγέστατον καθαράς διαγωγής.
Χαίρε ότι αδίκως εν ναώ απεκτάνθης,
χαίρε ότι νομίμως εν αθλήσει εστέφθης.
Χαίρε, καινόν της πίστεως σέμνωμα,
Χαίρε, δεινόν απίστων κατάπτωμα.
Χαίρε, δι΄ου ευσεβείς δυναμούνται,
Χαίρε, δι΄ου δυσσεβούντες τροπούνται.

Χαίροις, μάκαρ Φιλούμενε.

Βλάστημα της Ορούντης ευανθές και ωραίον, οδμαίς της σης σεμνής πολιτείας εκ νεότητος χρόνων των σων νήσον Κύπρον, πάτερ, αθλητών καύχημα, εμύρισας και ήγειρας πιστούς αξιοχρέως κράζειν ˙

Αληλούϊα.

Γάνυται νήσος Κύπρος τοις σεπτοίς σου σπαργάνοις, Φιλούμενε, στερρέ νεομάρτυς, και Μονή χαίρει ως σου τροφός του Σταυροβουνίου προς ζωήν κρείττονα και μελιρρύτοις άσμασι βοά σοι γεγηθυία ταύτα ˙

                        Χαίρε, ασκήσεως η κινύρα,
                        Χαίρε, φρονήσεως θεία λύρα.
Χαίρε, των οσίων ζηλώσας τα σκάμματα,
Χαίρε, ότι τα εγκόσμια απηρνήσω νουνεχώς,
Χαίρε, ότι τα ουράνια επορίσω θαυμαστώς.
Χαίρε, ο εν ασκήσει θεαρέστω εμπρέπων,
Χαίρε, ο εν αθλήσει γεραρά διαπρέπων.
Χαίρε, σαρκός κοιμίσας σκιρτήματα,
Χαίρε, νοός υψώσας τον έρωτα.
Χαίρε, εχθρού καθαιρέτα απάτης.

Χαίροις, μάκαρ Φιλούμενε.

Δύναμιν δεδεγμένος ουρανόθεν αζύγων χορείαις ηριθμήθης και ώφθης ενδιαίτημα υπακοής και Θεού σοφίας φωτεινόν μέλαθρον εκ χρόνων σου νεότητος Κυρίω ασιγήτως ψάλλων ˙

Αληλούϊα.

Έλαμψας εν τοις δήμοις Παναγίου του Τάφου Χριστώ ευαρεστήσας οσίως και οδόν ηξιώθης στενήν διανύσαι, πάτερ, αρετών έσοπτρον, Φιλούμενε, αθλήσεως ˙ διο σοι εκβοώμεν πίστει ˙
Χαίρε, ο λύχνος αοργησίας,
Χαίρε, ο τύπος της εγκρατείας.
Χαίρε, ο ευφράνας πιστών την ομήγυριν,
Χαίρε, ο πατήσας απίστων απίστων την έπαρσιν.
Χαίρε, σκάμμασιν αθλήσεως ο σφραγίσας σην ζωήν,
Χαίρε, αίμασιν ιδίοις σου επιχρώσας σην Μονήν.
Χαίρε ότι ανόμων ταις χερσίν απεκτάνθης,
Χαίρε, ότι βαρβάρων την μανίαν υπέστης.
Χαίρε, λαμπτήρ ενθέου βιώσεως,
Χαίρε κρατήρ αγάπης της κρείττονος.
Χαίρε, χαρά Σαμαρείας και κλέος,
Χαίρε, αρά του Βελίαρ και μένος.

Χαίροις, μάκαρ Φιλούμενε.

Ζέοντα έχων πόθον εις αιώνα συνείναι Χριστώ τω Βασιλεί των απάντων υπερόπτης επώφθης φθαρτών και ματαίων, πάτερ, αρετής πρόβολε, Φιλούμενε, εκάστοτε ζηλών τα εν Εδέμ και κράζων ˙

Αληλούϊα.

Ήσχυνας τον Βελίαρ ση ενθέω ασκήσει, Φιλούμενε, εν τη Σαμαρεία και σεπτή Μάνδρα υπηρετών Ιακώβ εσχάτοις εν καιροίς Φρέατος θεόθεν ήντλεις δύναμιν ˙  διο σοι ευθαρσώς βοώμεν ˙



Χαίρε, λευΐτης της Σαμαρείας,
Χαίρε, ο μύστης της Εκκλησίας.
Χαίρε, ο βιώσας ζωήν ισουράνιον,
Χαίρε, ο τρυγήσας καρπόν τον αθάνατον.
Χαίρε, στέφος χρυσοποίκιλτον Φρέατος του Ιακώβ,
Χαίρε, δένδρον ευθαλέστατον εξανθίσαν εν Σιών.
Χαίρε, ο συνοικήσας αρετή ψυχοτρόφω,
Χαίρε, ο αγαπήσας τον Χριστόν ολοθύμως.
Χαίρε, ο ύδωρ αντλήσας σωτήριον,
Χαίρε, το άνθος αγάπης το ήδιστον.
Χαίρε, πιστών ο ευφραίνων τον δήμον,
Χαίρε, ημών ο την πίστιν κρατύνων.

Χαίροις, μάκαρ Φιλούμενε.

Θείε Κτίστου θεράπων, του φωτός του αΰλου, Φιλούμενε, υπάρχεις θεάμων ως οσίων ανδρών ζηλωτής και μαρτύρων νέων θησαυρός άσυλος ˙  διο σην μνήμην σέβοντες βοώμεν τω Θεώ των όλων ˙

Αληλούϊα.

Ίσος κλεινών μαρτύρων πεφηνώς, νεομάρτυς Φιλούμενε, των πάλαι λαμψάντων απεκτάνθης ανόμοις χερσίν εν εσχάτοις χρόνοις, ο Χριστός πάντοτε αυτός εχθές και σήμερον δεικνύων και βοάν σοι πείθων ˙

Χαίρε, η τρώσις του παμβεβήλου,
Χαίρε, η ρώσις λαού Κυρίου.
Χαίρε, ουρανίου χαράς ο συναίτιος,
Χαίρε, της ενθέου σοφίας ο σύνοικος.
Χαίρε, ότι τους καλούντας σε αγιάζεις μυστικώς,
Χαίρε, ότι τους υμνούντας σε ευλογείς διηνεκώς.
Χαίρε, της Εκκλησίας ο νεόδμητος πύργος,
Χαίρε, της εγκρατείας το νεόφυτον έρνος.
Χαίρε, Χριστού φιλίας επώνυμος,
Χαίρε, εχθρού ο σκόλωψ ο πάνδεινος.
Χαίρε, αμνός ο της πίστεως θείος,
Χαίρε, πυρσός της αγάπης ο νέος.

Χαίροις, μάκαρ Φιλούμενε.

Καύχημα νεοάθλων, ώσπερ άμωμον θύμα, Φιλούμενε, Χριστώ προσηνέχθης και δεξάμενος στέφος χρυσούν παρ΄Αυτού αφθάρτου βιοτής, άγιε, συν τοις Αγγέλοις πάντοτε Αυτώ αδιαλείπτως ψάλλεις ˙

Αληλούϊα.

Λάμπων ως νέος λύχνος ουρανόφωτος, μάκαρ Φιλούμενε, εν τη Σαμαρεία κατεφώτισας σαις αστραπαίς αγωγής αμέμπτου και στερράς, ένδοξε, αθλήσεως τους άδοντας νυν ύμνοις σοι φαιδροίς τοιαύτα ˙

Χαίρε, το σέλας οσίων πόνων,
Χαίρε, το κέρας των νεοάθλων.
Χαίρε, ο φανός αρετής ο νεόφωτος,
Χαίρε, ο λαμπρός Εκκλησίας διάκοσμος.
Χαίρε, λίθος ο στερέμνιος άθλων των ασκητικών,
Χαίρε, ότι αδίκως άρτι εσφαγιάσθης,
Χαίρε, ότι ενδόξως τω Κυρίω μετέστης.
Χαίρε, διδούς χαράν τοις σοις πρόσφυξι,
Χαίρε, πιστούς ευφράνας σοις σκάμμασι.
Χαίρε, ψυχής ο εκφαίνων ανδρείαν,
Χαίρε, εχθρού ο εκτρέπων μανίαν.

Χαίροις, μάκαρ Φιλούμενε.

Μνήμην σου εκτελούντες του σεπτού μαρτυρίου, Φιλούμενε εκθύμως βοώμεν ˙  μη ελλίπης Χριστόν δυσωπών ασινείς φυλάττειν του εχθρού άπαντας μανίας τους ικέτας σου τους νυν τω Λυτρωτή φωνούντας ˙

Αληλούϊα.

Νέε ιερομάρτυς, το σον πάνσεπτον σκήνος, Χριστός όπερ ηφθάρτισε πόθω προσκυνούντες εν Μάνδρα Σιών ευθαρσώς φωνούμεν ˙  αθλητά ένδοξε, αγίασον σους πρόσφυγας τους ύμνοις μελιχροίς βοώντας ˙

Χαίρε, ο βότρυς χρηστοηθείας,
Χαίρε, ο λύτης της ακηδίας.
Χαίρε, ασθενούντων θεόσδοτος ίασις,
Χαιρε, θλιβομένων ταχεία ανάψυξις.
Χαίρε, άρωμα της χάριτος ο εκχέων του Θεού,
Χαίρε, σκήνωμα σεμνότητος και αγάπης Ιησού.
Χαίρε, ιερωσύνην τη αθλήσει συνάψας,
Χαίρε, σθένος και ρώσιν αθλητών ο εκλάμψας.
Χαίρε, ηθών αμέμπτων κιννάμωμον,
Χαίρε, κανών βιοτής ισαγγέλου,
Χαίρε, λειμών αγωγής θεαρέστου.

Χαίροις, μάκαρ Φιλούμενε.

Ξένων πέλεις θαυμάτων αυτουργός, θεοφόρε Φιλούμενε, των σοι προστρεχόντων και το σκήνωμά σου το σεπτόν προσκυνούντων πόθω εν Σιών, άγιε, το βλύζων πάσι νάματα ιάσεων τοις εκβοώσιν ˙

Αληλούϊα.

Όλος λελαμπρυσμένος θεϊκαίς αγλαΐας εφίστασαι Αγίοις τοις Τόποις και σην άφθονον χάριν αεί ευσεβέσι νέμεις, αθλητά πάντιμε, Φιλούμενε, τοις πόθω σοι κραυγάζουσιν εν κατανύξει ˙

Χαίρε, το φέγγος των ιερέων,
Χαίρε, το φάος των μονοτρόπων.
Χαίρε, της αΰλου ευκλείας θησαύρισμα,
Χαίρε, ουρανίου σοφίας εναύλισμα.
Χαίρε, ύψος εγρηγόρσεως, νήψεως και προσευχής,
Χαίρε, βάθος ταπεινώσεως και στερράς υπομονής.
Χαίρε, σφάγιον νέον μιαιφόνων δολίων,
Χαίρε, λείριον θείον αθλοφόρων ευψύχων.
Χαίρε, ψυχής ανδρείας αμάρυγμα,
Χαίρε, σεπτής αθλήσεως αύγασμα ˙
Χαίρε, οφρύν παρανόμων πατήσας,
Χαίρε, πηγήν ο θαυμάτων εκβλύσας.

Χαίροις, μάκαρ Φιλούμενε.

Πρέσβευε τω Κυρίω υπέρ πάντων τιμώντων, Φιλούμενε, σην πάντιμον μνήμην και εκπλήρου ημών των πιστών προσκυνούντων σκήνωμα το σον δίκαια αιτήματα των άσμασι ψαλλόντων τω Δωρεοδότη ˙

Αληλούϊα.

Ρείθροις δεήσεών σου προς τον Κύριον σβέσον παφλάζουσαν οδύνην ψυχής μου και παράσχου μοι αναψυχήν θείαν, αθλοφόρε νεαυγές πίστεως, Φιλούμενε, κραυγάζω σοι, ως αν πανευλαβώς βοώ σοι ˙

Χαίρε, μαρτύρων ο δόξαν φέρων,
Χαίρε, παμφώτων δας ιερέων.
Χαίρε, Σαμαρείας προστάτης ακοίμητος,
Χαίρε, της χορείας Αγγέλων ο σύσκηνος.
Χαίρε, ότι πάντας κάμνοντας ενισχύεις ακλινώς,
χαίρε, ότι τάχος στένοντας αναψύχεις θαυμαστώς.
Χαίρε, ο διαλύσας ανομίας το κράτος,
Χαίρε, ο καταπαύσας παν χαμαίζηλον πάθος.
Χαίρε, πολλών θαυμάτων κεφάλαιον,
Χαίρε, πιστών διάδημα τίμιον.
Χαίρε, σεμνών λευϊτών κοσμιότης,
Χαίρε, εικών αθλητών και λαμπρότης.

Χαίροις, μάκαρ Φιλούμενε.

Σώσον της πανουργίας πλάνου Αγιοταφίτας και πάντα προσκυνούντας σον σκήνος το βλυστάνων πιστοίς θαυμαστώς ιαμάτων ρείθρα, αθλητά άριστε, Φιλούμενε, πρεσβείαις σου προς Κύριον, Ω ήδες πόθω ˙

Αληλούϊα.

Τείνον σην θείαν χείρα και ευλόγησον πάντας τιμώντας σε, Φιλούμενε μάκαρ, νεομάρτυς Χριστού ευσταλές, δωρεών ενθέων ιερόν κάνιστρον, ως αν την σην ενάθλησιν γεραίρωμεν τρανώς βοώντες ˙

Χαίρε, μυράλειπτρον των χαρίτων,
Χαίρε, λευκάνθεμον θαυμασίων.
Χαίρε, απαθείας η κέδρος η εύοσμος,
Χαίρε, αφθαρσίας ευώδης κυπάρισσος.
Χαίρε, ότι την ικμάδα σου αφιέρωσας Χριστώ,
Χαίρε, ότι θείοις έργοις σου καταβέβληκας εχθρόν.
Χαίρε, ο μετά πότμον ξένως θαυματουργήσας,
Χαίρε, ο θείον κρίνον ιαμάτων ανθήσας.
Χαίρε, ψυχών δροσίζων τον καύσωνα,
Χαίρε, ημίν πορίζων τα πρόσφορα.
Χαίρε, ημίν εν τω βίω αρήγων,
Χαίρε, αει τας ιάσεις παρέχων.

Χαίροις, μάκαρ Φιλούμενε.

Ύψος εις απαθείας επαρθείς, αθλοφόρε Φιλούμενε, πανάρρητον χαίρων κατεδέξω τραυμάτων πληθύν, σιαγόνος θλάσιν, οφθαλμού θείου σου εξόρυξιν και θάνατον φρικτόν ειλικρινώς κραυγάζω ˙

Αληλούϊα.

Φύλαττε τους Πατέρας Παναγίου του Τάφου και πάντας ευσεβείς σης πατρίδος της Ορούντης εν Κύπρω, σοφέ, εξ εχθρών μανίας και δεινών θλίψεων, Φιλούμενε πανένδοξε, ως αν σοι εν χαρά βοώμεν ˙

Χαίρε, πιστών ατίνακτος πύργος,
Χαίρε, εχθρών συντρίψας το θράσος.
Χαίρε, Σαμαρείας φρουρός ασφαλέστατος,
Χαίρε, Εκκλησίας ανύστακτος έφορος.
Χαίρε, στήριγμα θεόσδοτον Ορθοδόξων ευσεβών,
Χαίρε, καύχημα περίδοξον ταπεινών προσκυνητών.
Χαίρε, ότι βραβεύεις χάριν σε προσκυνούσι,
Χαίρε, ότι παρέχεις σθένος σε ανυμνούσι.
Χαίρε, Θεού εκφαίνων την εύκλειαν,
Χαίρε, εχθρού εκτρέπων την άνοιαν.
Χαίρε, Σιών ιερόν ιατρείον,
Χαίρε, παθών την ενέργειαν φλέγων.
Χαίροις, μάκαρ Φιλούμενε.

Χάριτας αναβλύζει το σον άφθαρτον σκήνος και θείαν αγαλλίασιν πάσι προσκυνούσιν αυτό ευλαβώς και καθαγιάζει τα ημών σώματα των πίστει ανυμνούντων σε και άδουσι τω Ζωοδότη ˙

Αληλούϊα.

Ψάλλοντες διαθέρμως τους σεπτούς σου καμάτους υμνούμεν την δοθείσαν σοι χάριν και σκηνώματι σου τω σεπτώ παρεστώτες θείαν αρωγήν, άγιε την σην επιβοώμεθα, ην δίδου τοις πιστώς βοώσι ˙

Χαίρε, ο θείος ιεροφάντης,
Χαίρε, ο νέος πιστών προστάτης.
Χαίρε, ουρανίου παστάδος ο ένοικος,
Χαίρε, τρισηλίου ελλάμψεως έμπλεως.
Χαίρε, θέμεθλος νεόδμητος οίκου αγωνιστικού,
Χαίρε, πρόβολος ατίνακτος ευσεβόφρονος λαού.
Χαίρε, συν Ελπιδίω ο Χριστόν αγαπήσας,
Χαίρε, συν αυταδέλφω σω Αυτόν ο ποθήσας.
Χαίρε, δεινών παθών ολετήριον,
Χαίρε, ημών εν ταις λύπαις προσφύγιον.
Χαίρε, θερμός ευσεβών παραστάτης,
Χαίρε, καμού εν κινδύνοις προστάτης.

Χαίροις, μάκαρ Φιλούμενε.

Ώ Φιλούμενε μάκαρ, νεαυγέστατον άστρον Χριστού της παμφαούς Εκκλησιας, (εκ γ΄) το εκλάμπον θαυμάτων βολαίς, τας αιτήσεις πλήρου των πιστώς πάντοτε σπευδόντων τη ση χάριτι και άσμασι φαιδροίς βοώντων ˙

Αληλούϊα.

Και αύθις το Κοντάκιον.

Ήχος πλ. δ΄. Τη Υπερμάχω.

Τον ανατείλαντα ως άστρον νεαυγέστατον τη Εκκλησία του Χριστού αρτίως μέλψωμεν μαρτυρίου ταις ακτίσι και θαυμασίων ταις βολαίς νεοφανέντα ιερόαθλον, ου ηφθάρτισε το σκήνωμα ο Ύψιστος πόθω κράζοντες Χαίροις μάκαρ Φιλούμενε.

Δίστιχον.
Χαίρε, Φιλούμενε μάρτυς, Χαραλάμπης
Συν τω επισκόπω βοά Νεοφύτω.


Γιά τον ΒΙΟ του ΑΓΙΟΥ ΦΙΛΟΥΜΕΝΟΥ: http://koinoniaagion.blogspot.com/2009/11/o-29-11-1979.html 



 Το άφθορο λείψανο του Αγίου Φιλουμένου

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου