ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ
ΙΩΑΝΝΗΝ ΤΟΝ ΔΑΜΑΣΚΗΝΟΝ
(+ 4 Δεκεμβρίου)
ΠΟΙΗΜΑ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΚΟΥ
ΤΟΥ ΕΥΓΕΝΙΚΟΥ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τὸ Κύριε ἐκέκραξα
ἱστῶμεν στίχους 6 καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια, δευτεροῦντες αὐτά.
Ἦχος πλ. δ΄. Τὶ ὑμᾶς
καλέσωμεν ἅγιοι.
Τὶ σὲ ὀνομάσωμεν Ἅγιε; Θεολόγον Ἰωάννην,
ἢ Δαυῒδ τὸν μελῳδόν; πνευματέμφορον κινύραν, ἢ αὐλὸν ποιμενικόν; γλυκαίνεις
ἀκοὴν γὰρ καὶ διάνοιαν· εὐφραίνεις Ἐκκλησίας τὰ συστήματα· καὶ μελιῤῥύτοις σοῖς
φθέγμασι, καταγλαΐζεις τὰ πέρατα. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σὲ ὀνομάσω θεσπέσιε; Ἰωάννη γλυκοῤῥῆμον,
φαεινότατε ἀστήρ, ὁ τῇ αἴγλῃ τῆς Τριάδος, ἐλλαμφθεὶς τὸ ὀπτικόν; εἰσέδυς εἰς
τὸν γνόφον τὸν τοῦ Πνεύματος· τοῦ Θείου ἐμυήθης τὰ ἀπόῤῥητα· ὡς Μωϋσῆς
διεσάφησας, τὴν μουσικὴν καλλιέπειαν. Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τὶ σὲ ὀνομάσω ἀοίδιμε; λαμπαδοῦχον
φαεσφόρον, εὐκλεῆ ὑφηγητήν; λειτουργὸν, ἢ θεωρόν, τῶν μυστηρίων τοῦ Θεοῦ;
ἀστέρα, Ἐκκλησίας ἀγλαΐζοντα; λυχνίαν, τοὺς ἐν σκότει καταλάμπουσαν; ἢ ὄργανον
εὐηχέστατον; ἢ σάλπιγγα καλλικέλαδον; Ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. β΄.
Πόθεν σοι τοὺς ἐπαίνους, οἱ ἐρασταί σου
τῶν λόγων, ἀναμέλψωμεν θεηγόρε; ἡ γὰρ μακρὰ εὐπορία παρασκευάζειν ἀπορεῖν, τί
δέ σε προσείπωμεν ἀξίως; ἀπὸ τοῦ ζήλου τῆς πίστεως, ὁμολογητὴν καὶ μάρτυρα, καὶ
κοινωνὸν τῶν παθημάτων τοῦ Χριστοῦ· ἀπὸ τοῦ βίου πανόσιον, καὶ ἀσκητὴν
πρακτικώτατον· ἀπὸ τοῦ λόγου διδάσκαλον, καὶ θεολόγον ἔνθεον· ἐκ τῶν ἱερῶν
ᾀσμάτων, καλλιφραδῆ τέττιγα, καὶ κόσμον τῆς ἐκκλησίας, ἱερωσύνης τύπον καὶ
ἡσυχίας κλέος· ἅπαντα συλλαβὼν ἐν ἑαυτῷ, τὰ παρ᾿ ἑκάστῳ τῶν ἁγίων καλά, μίαν
ἀρετῆς ἰδέαν ἀπηκριβώσω· δι᾿ ὅ καὶ μετὰ πάντας ὑπὲρ πάντας δοξασθείς, πρέσβευε
δεόμεθα, ὡς παρρησίαν ἔχων πρὸς Θεόν, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν
ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὶς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ
σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει
γενόμενος ἄνθρωπος δι' ἡμᾶς,
οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν
ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς
ἱλαρόν, τὸ
Προκείμενον
τῆς
ἡμέρας, καὶ
τὰ
Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ
μὴ ἄψηται
αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἑλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν,
καὶ ἡ ἀφ'
ἡμῶν
πορεία σύντριμμα· οἱ δὲ
εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ
ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτους, καὶ εὗρεν
αὐτοὺς
ἀξίους
ἑαυτοῦ. Ὡς
χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν, αὐτούς,
καὶ ὡς ὁλοκάρπωμα
θυσίας προσεδέξατο αὐτούς.
Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς
σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν
Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν,
καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ·
ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 5, 15-23. 6, 1-3)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν
Κυρίῳ ὁ μισθὸς αὐτῶν,
καὶ ἡ φροντὶς αὐτῶν
παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ
διάδημα τοῦ κάλλους
ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς,
καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ,
καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται
θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα
ἀκαταμάχητον, ὁσιότητα·
ὀξυνεῖ δὲ
ἀπότομον
ὀργὴν
εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ
ὁ κόσμος
ἐπὶ
τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν· καὶ ὡς
ἀπὸ
εὐκύκλου
τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἀλοῦνται·
καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται
χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν
ὕδωρ θαλάσσης, ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως καὶ λαῖλαψ ἐκλικμήσει αὐτούς,
καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ
κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε
οὖν βασιλεῖς καὶ σύνετε·
μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ
ὄχλοις ἐθνῶν·
ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν,
καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος,
ἐὰν φθάση τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δὲ
ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενoς, ἠγαπήθη· καὶ ζῶν
μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη,
μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ,
ἢ δόλος
ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ
καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ,
ἐπλήρωσε
χρόνους μακρούς· ἀρεστὴ γὰρ
ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ
λαοὶ, ἰδόντες
καὶ μὴ νοήσαντες, μηδὲ θέντες
ἐπὶ
διανοίᾳ τὸ τοιοῦτον· ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν
Λιτὴν,
Στιχηρὰ
ἰδιόμελα.
Ἦχος
πλ. δ΄.
Τὴν λογικὴν παιδείαν καὶ μαθημάτων
ἐπιστήμην, τῇ ἐπουρανίῳ σοφίᾳ συνέκρασας ἀοίδημε· τοῖς πρακτικοῖς γὰρ ἀγῶσι, τὸ
παθητικὸν τῆς ψυχῆς εὐσεβῶς προκαθηράμενος, διὰ θεωρίας ἀνήχθης, πρὸς τὴν ὑπερράρητον
θέωσιν, καὶ τῷ ἀρχετύπῳ κάλλει τόν νοῦν προσερείσας, θεοειδής ὅλος ἐχρημάτισας,
ἐναστραπτόμενος τῇ αἴγλῃ, τοῦ τρισηλίου καὶ ἀκτίστου φωτός· ὅθεν χῦμα γνώσεως,
καὶ καρδίας πλάτος λαβών, δόγματα ἐξηρεύξω σωτήρια τῷ κόσμῳ, καὶ τὰς θεολόγους
φωνὰς τῶν πατέρων ἐπεσφράγισας, συλλογισμῶν ἀνάγκαις, καὶ πιθανότησιν
ἐπιχειρημάτων· ἀλλὰ καὶ ἡμᾶς ταῖς εὐχαῖς σου, τῶν ἀνοσίων καθάρας παθῶν, τοῦ
φαιδροτάτου σου βίου ζηλωτάς, καὶ ἐπαινέτας ἀξίους ἀνάδειξον, καὶ τῆς ἐν τῷ
μέλλοντι διανομῆς, τῶν ἀιδίων γερῶν καταξίωσον, Ἰωάννη τρισόλβιε.
Δόξα. Ἦχος ὁ αὐτός.
Ἡ ἁγία Τριάς, ὁ Θεός ἡμῶν, ἐν τῇ φωτεινῇ καρδίᾳ σου, πάσαις ἀρεταῖς κατηγλαϊσμένη, ὡς ἐν ναῷ μυστικῷ, καὶ ἐμψύχῳ μόνην θέμενος, ἄγγελον ἐπίγειον, καὶ οὐράνιον βροτὸν ἀπετέλεσεν, ὑπερκοσμίως ἐν τῷ κόσμῳ διαζήσαντα, καὶ ἀγγελικῶς ἐν τῇ γῇ πολιτευσάμενον, καὶ τὴν ἐκκλησίαν Χριστοῦ, σὺν τῷ θείῳ Κοσμᾷ, ὕμνοις ἱεροῖς κατακοσμήσαντα, ἥ χρεωστικῶς ὑμᾶς, ἐκ τῶν ὑμετέρων τιμῶσα, εἰς αἰῶνας δοξάζει θεόσοφοι.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν
δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν
Στίχον,
Στιχηρὰ
Προσόμοια.
Ἦχος
πλ. δ΄. Ὤ τοῦ
παραδόξου
θαύματος!
Πάτερ
Ἰωάννη
πάνσοφε, τὴν Ἐκκλησίαν Χριστοῦ, κατεφαίδρυνας ᾄσμασιν, ἐνθεαστικώτατα, μελῳδῶν παναοίδιμε, τῇ ἐνεργείᾳ, Πάτερ
τοῦ Πνεύματος, τὴν σὴν κινύραν, ἀνακρουόμενος, τήν παναρμόνιον, τοῦ Δαυΐδ μιμούμενος· ἣν ἐνηχῶν, θείοις μελῳδήμασι, πάντας κατέθελξας.
Στίχ. Μακάριος
ἀνήρ,
ὁ φοβούμενος τὸν Κύριον.
Πάτερ
Ἰωάννη
ἔνδοξε, τῆς κοσμικῆς ἀποστάς, ταραχώδους συγχύσεως, τοῦ Χριστοῦ προσέδραμες, τῇ γαλήνῃ πανόσιε· καὶ θεωρίας θείας καὶ πράξεως, τὰς πανολβίους, σαφῶς λαμπρότητας, ὄντως ἐπλούτησας, καὶ πιστοῖς μετέδωκας, θεοπρεπεῖ, βίῳ λαμπρυνόμενος, μακαριώτατε.
Στίχ. Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος
τοῦ ὁσίου
αὐτοῦ.
Δεῦτε
γηγενεῖς ἐν ᾄσμασι,
τὴν ἱερὰν καὶ σεπτήν, τοῦ Ὁσίου πανήγυριν, Ἰωάννου
σήμερον, εὐσεβῶς ἀνυμνήσωμεν· οὗτος γὰρ ὄντως,
θείας ἐλλάμψεως,
κατηξιώθη, τὸ φῶς
εἰσδέξασθαι.
Ὤ τῆς ἀφάτου
σου, εὔσπλαγχνίας Κύριε! δι' ἧς ἡμεῖς, ἔγνωμεν δοξάζειν σε, τὸν ὑπεράγαθον.
Δόξα. Ἦχος
πλ. β΄.
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι᾿ ὧν ἐν
τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα,
ὧν τὸν βίον ἀμέμπτως
ἐζήλωσας.
Παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην
αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ
ἡ ἄμπελος
ἡ ἀληθινή, ἡ
βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· σὲ ἱκετεύομεν· πρέσβευε Δέσποινα, μετὰ τοῦ σοῦ Ὁσίου, καὶ πάντων
τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν
ὡραιότητα.
Τὴν καλλικέλαδον καὶ λιγυραῖς μολπαῖς, κατακηλοῦσάν
τε καὶ ἀγλαΐζουσαν, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, εὔλαλον ἀηδόνα, δεῦτε
εὐφημήσωμεν, Ἰωάννην τὸν πάνσοφον, τὸν Δαμασκηνὸν πιστοί, ὑμνογράφων τὸν
πρύτανιν, τὸν ἔμπλεον ἁπάσης γενόμενον, θείας καὶ κοσμικῆς σοφίας.
Ἕτερον. Ἦχος ὁ
αὐτός. Θείας πίστεως.
Θεῖον ὄργανον τῆς Ἐκκλησίας, λύρα
εὔσημος τῆς εὐσεβείας, ἀνεδείχθης Ἰωάννη πανεύφημε· ὅθεν πυρσεύεις τοῦ κόσμου
τὰ πέρατα, ταῖς τῶν σοφῶν σου δογμάτων ἐλλάμψεσι· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν
ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Σὲ
τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους
ἡμῶν,
ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ
τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός
σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς,
ἐκ φθορᾶς ὡς
φιλάνθρωπος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν
α΄ Στιχολογίαν,
Κάθισμα.
Ἦχος
α΄. Τὸν
τάφον
σου Σωτὴρ
Ἡδύφωνος
αὐλός,
μεγαλόφωνος σάλπιγξ, κιθάρα μελουργός, λιγυρὰ θεία λύρα, κινύρα παναρμόνιος, μουσικώτατον ὄργανον, ἐμπνεόμενον, τοῦ Παρακλήτου ταῖς αὔραις, ἀναδέδειξαι, ὦ Ἰωάννη καὶ θέλγεις,
ἡμῶν
τὰ νοήματα.
Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς,
πεπτωκότας εἰς βάθη, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας,
ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους
σου.
Μετὰ την β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος
α΄. Τὸν
τάφον
σου Σωτὴρ
Ὑμνοῦμεν τοὺς σεπτούς, καὶ ἁγίους ἀγῶνας,
οὓς ἔτλης
ἀληθῶς, ὑπέρ
τῆς Ἐκκλησίας, γεραίροντες ἐν ᾄσμασι,
τὰ σεπτὰ μελῳδήματα, ἃ κατέλιπες, εἰς ὑμνῳδίαν Κυρίου, ἀξιάγαστε,
καὶ τῶν πιστῶν εὐφροσύνην, Ἰωάννη
πανεύφημε.
Θεοτοκίον.
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον
φανεῖσαν, οἱ πόθῳ
καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα, σὲ γὰρ
ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.
Μετὰ τὸν Πολυέλεον.
Κάθισμα.
Ἦχος
δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τὸν ὑμνογράφον καὶ σεπτὸν Ἰωάννην, τῆς
ἐκκλησίας παιδευτὴν καὶ φωστῆρα, καὶ τῶν ἐχθρῶν ἀντίπαλον ὑμνήσωμεν πιστοί·
ὅπλον γὰρ ἀράμενος τὸν σταυρὸν τοῦ Κυρίου, πᾶσαν ἀπακρούσατω τῶν αἱρέσεων
πλάνην· καὶ ὡς θερμὸς προστάτης εἰς Θεόν, πᾶσι παρέχει πταισμάτων συγχώρησιν.
Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τοῦ
εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δοῦλοί σου, κράζοντες
καὶ λέγοντες· Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι ἐξ ἐχθρῶν ἀοράτων, καὶ
ἀναγκῶν καὶ πάσης ἀπειλῆς· σὺ γὰρ ὑπάρχεις ἡμῶν ἡ ἀντίληψις.
Οἱ Ἀναβαθμοί, τὸ
α΄ Ἀντίφωνον τοῦ
δ΄ Ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με
πάθη· ἀλλ' αὐτὸς
ἀντιλαβοῦ, καὶ σῶσον
Σωτήρ μου.
Οἱ
μισοῦντες Σιών, αἰσχύνθητε
ἀπὸ
τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε
ἀπεξηραμμένοι.
Δόξα.
Ἁγίω
Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται
λαμπρύνεται, τὴ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ
νῦν.
Ἁγίω
Πνεύματι, ἀναβλύζει τὰ τῆς
χάριτος ῥεῖθρα,
ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον. Ἦχος
δ΄.
Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος
τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τὶ
ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν;
Τό, Πᾶσα
πνοή…
Εὐαγγέλιον Ὁσιακόν.
Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. 6, 17-23)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ
τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς
Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι
αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων,
καὶ ἐθεραπεύοντο· καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ' αὐτοῦ
ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς
μαθητὰς αὐτοῦ ἔλεγε· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι
γελάσετε. Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν
ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ
ἀνθρώπου. Χαίρετε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν
πολὺς ἐν τῷ οὐρανῷ.
Ὁ Ν΄ Ψαλμός.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου,
πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ
νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Εἶτα τὸ ἰδιόμελον. Ἦχος
πλ. β΄.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός
σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι᾿ ὧν ἐν
τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα,
ὧν τὸν βίον ἀμέμπτως
ἐζήλωσας.
Παῤῥησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην
αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Οἱ
Κανόνες τῆς
Θεοτόκου
καὶ
τοῦ
Ἁγίου, οὗ
ἡ
ἀκροστιχίς·
Τὸν
ἐκ Δαμασκοῦ μουσοποιὸν ᾀστέον Μάρκῳ
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης
τὸ ἐρυθραῖον.
Τὰ ἄνθη τῶν σῶν χαρίτων ὅσιε, ποικίλον βρύοντα, καὶ εὐπνοοῦντα πάντοθεν τὸν νοῦν, ἀποτρέπει βουλόμενον, ῥινηλατεῖν ἔν ᾄσμασι, τῆς πολιτείας σου τὰ σύμβολα.
Ὁ φθόγγος ὁ τῶν ᾀσμάτων ἥρμοττεν, ὁ σὸς
τῷ βίῳ τῷ σῷ, μόνης καὶ γὰρ τῆς σῆς ὡς ἀληθῶς, φωνῆς ἔδει πανόλβιε, τοῖς
ἐγχειροῦσι πλέκειν σου, τὰ τῶν ἐπαίνων στεφανώματα.
Νεόφυτον ἱδρυμένον χάρισι, πλείσταις
κατάκομον, ἐξ εὐγενοῦς τῆς ῥίζης προελθόν, ὡς ἐλαία κατάκαρπος, ἐν οἴκῳ Θεοῦ
πέφημας, τοῦ ἱλαρῦναι πιστῶν πρόσωπα.
Θεοτοκίον.
Ἐλύθη τῶν προπατόρων ἄχραντε, τὸ ἐπιτίμιον, ἄνευ ὠδίνων σου τὸν ποιητήν, γεννησάσης τῆς κτίσεως, τὸν τοῦ θανάτου λύσαντα, πικρὰς ὀδύνας τῇ ἐγέρσει αὐτοῦ.
ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.
Κατακρατήσας, τῆς σαρκὸς ἐκ νεότητος ἅγιε, πρὸς Θεὸν τὸ τῆς ψυχῆς, ἀπίθυνας ἐφιέμενον· ὅθεν ἀνεχρώσθη σου, τῷ θείῳ κάλλει ὁ νοῦς.
Δεῆσαν κόσμῳ, προελθών ὡς φωστῆρα τὸν λόγον
σου, Ἰωάννη παιδευτήν, ἐξαποστέλλει σοι πόρρωθεν, Θεὸς προορώμενος, τὴν σὴν
λαμπρότητα.
Ἀπὸ βαρείας, ἀφιέμενα βέλη χειρὸς δυνατοῦ, τὰ συγγράμματα τὰ σά, τῶν ἀσεβῶν κατεκλόνει ψυχάς, εἰκόνων ἀθέτησιν σεπτῶν ἐλέγχοντα.
Θεοτοκίον.
Μεγαλυνέσθω, θεοπλόκοις ᾠδαῖς ἡ πανάμωμος, ἡ τὴν χεῖρα τῷ σοφῷ, ἐκκεκομένην θεράποντι, ἀποκαταστήσασα εἰς δόξαν ὄντως αὐτῆς.
Κάθισμα.
Ἦχος πλ. α΄. Τὸν
συνάναρχον
Λόγον.
Τὴν
τοῦ βίου ἀπάτην
ἀποκρουσάμενος, τὸν Σταυρὸν τοῦ Κυρίου ἀναλαβόμενος, ἀσκητικῶς τὸν πονηρὸν κατεπάλαισας, τῆς ἐρήμου πολιστής, φωστὴρ τοῦ κόσμου
νοητῶς, ἀναδειχθεὶς θεοφόρε· διὸ πρέσβευε τῷ Σωτῆρι, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον, ὅμοιον
Τὸ
ἐξαίσιον
θαῦμα τὸ τῆς
συλλήψεως, καὶ ὁ
ἄφραστος τρόπος ὁ τῆς
κυήσεως, ἐν σοὶ ἐγνώρισται Ἁγνὴ
ἀειπάρθενε. Καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν
λογισμόν, ἡ δόξα
σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν
δόξῃ.
Ἀλογήσας τῶν ἀστάτων, προσετέθης τοῖς μένουσι, τὸν σταυρό σου ἄρας, καὶ τῷ σταυρωθέντι ἑπόμενος, διακαεῖ πόθῳ περ, ἕως φθάσας τὸ ἀκρότατον, οὗ γενομένοις ἀνάπαυσις.
Σκῦλα μὲν ἐκ Σαμαρείας, Δαμασκοῦ τε τὴν
δύναμιν, προνομεύσων ἦλθεν ὁ ἐξ Ἰακώβ ἀνατείλας Χριστός, σὲ δὲ αὐτὸς
προσλαμβάνει μαθητεύσοντα, Δαμασκόθεν τῇ πόλει Σιὼν τοῦ μεγάλου Θεοῦ.
Κατὰ λόγον ὑποθέσθαι, τὸν θεμέλιον
ἔκρινας, τοῦ ἐνθέου βίου τὴν ὑπακοὴν προστησάμενος· ὅθεν σοφὸς ἰδιώτῃ
παρεπόμενος, ὑπετάσσου πληρῶν τὰ ἐκείνου προστάγματα.
Θεοτοκίον.
Ὁ ταῖς ἄνω στρατηγίαις, φοβερὸς καὶ ἀπρόσιτος, προσιτός μοι ὤφθη, σάρκα ἐκ Παρθένου καθ᾿ ἕνωσιν, περιβαλόμενος ξένην, ὅ μυστήριον, ὁ γλυκὺς Ἰωάννης, ὁ Σύρος ἀνύμνησεν.
ᾨδὴ ε΄. Ἐξέστη τὰ
σύμπαντα.
Ὑπήνεγκας ὅσιε ταῖς θλίψεις πυρούμενος, καὶ τῶν πειρασμῶν ταῖς ἐπιπνοίαις, ὡς ἐν χωνείᾳ χρυσὸς τηκόμενος, εἰς κόσμον τῆς νύμφης τοῦ Χριστοῦ, ἐκκλησίας κάλλιστον, Ἰωάννη θεσπέσιε.
Μεγάλως ἐθαύμαζον οἱ πρότερον εἰδότες
σου, τὴν ἐν τῇ πατρίδι δυναστείαν, κατανοοῦντες σπυρίδας φέροντα, ἄχθος
ἐπωμάδιον φαιδρῶς, καὶ πολλοῦ τιμήματος, αὐτὰς ἀποδιδόμενον.
Ὁ Λόγῳ καὶ Πνεύματι τὸν κόσμον συστησάμενος, λόγῳ καὶ σοφίᾳ χαριτώσας, καὶ θείῳ Πνεύματι στομωσάμενος, τὸν φωτοειδέστατόν σου νοῦν, ὅλον ἀπειργάσατο, φῶς ἐν κόσμῳ ζωήρυτον.
Θεοτοκίον.
Υἱὸν προαιώνιον βρέφος Θεὸν ἐγέννησας, ἄχραντε Μαρία Θεοτόκε, τὸν ταῖς μητάσι, τὰ βρέφη πλάττοντα, καὶ τὸ γάλα τούτοις ἐκ μαζῶν, τὸν ἐποχετεύοντα, τῷ σῷ γάλακτι ἔθρεψας.
ᾨδὴ ς΄. Ἐβόησε προτυπῶν.
Συνέσεως καὶ σοφίας πλησθεὶς διὰ
Πνεύματος, ἀρχιτέκτων τῆς σκηνῆς, τῷ Θεῷ ἐχρημάτισας, τὴν ὀρθοδοξίαν ἔργοις,
περικρατύνας καὶ δόγμασιν.
Ὁρῶντές σε τὰς ἀχράντους μολύνοντα
χεῖράς σου, κοπροφύρτους, ἐπιτίμιον λόγου ὑπέχοντα, κατεπλήττοντο, οἱ πατέρες
τὴν σὴν γενναιότητα.
Πειρώμενος προχωρεῖν τοῖς ἑξῆς ὑποστέλλομαι, ἐγκωμίων ἀχανές, ἀνοιγνύμενον πέλαγος, ἔμπροσθεν ὁρῶν μου, ἀλλά σύμπλους μοι περιγενήθητι.
Θεοτοκίον.
Ὁ λόγος σου συστελλόμενος πρώην ἀνέλαμψε, τῆς παρθένου καὶ μητρός, τοῦ Θεοῦ κινησάσης σου, τὴν δεδωρημένην ὑπ᾿ αὐτῆς, δεξιὰν πρὸς ὕμνους αὐτῆς.
Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Δαμάσας πολλοῖς, ἱδρῶσι
τῆς ἀσκήσεως, τὸ σῶμα
τὸ σόν,
εἰς ὕψος
οὐράνιον,
εὐπετῶς ἀνέδραμες, ὅπου μέλη θεῖά σοι δίδονται, ἃ τρανῶς ἐμελῴδησας,
τοῖς φίλοις Κυρίου, Πάτερ Ὅσιε.
Ὁ Οἶκος.
Ὕμνοις θείοις κόσμον ἀρδεύεις, θείαν
γνῶσιν πλουτήσας, καὶ τριχῶς τὴν γραφὴν καὶ πᾶσαν κτίσιν λαβόμενος, εἰς φυσικὴν
θεολογικήν τε, ἠθικὴν Ἰωάννη θεωρίαν, τούτοις ἡμᾶς καθ᾿ ἑκάστην ποτίζεις τοῖς
νάμασι, τὴν πίστιν καὶ τὰ δόγματα, ποικιλοτρόπως διδάσκων τρισόσιε, σεπτῶν
είκόνων τιμὴν καὶ προσκύνησιν, καταφρόνησιν δὲ πασῶν τῶν αἱρέσεων, πρεσβεύων
ἀεί, ὑπὲρ τῶν φίλων Κυρίου, Πάτερ Ὅσιε.
Συναξάριον.
ᾨδὴ ζ΄. Ὁ διασώσας ἐν
πυρί.
Ἱερωσύνης ἐπιβὰς καὶ ἐπὶ καθέδραν
αἰνέσας, τῶν πρεσβυτέρων τὸν Θεόν, ὥς περ φῶς ἐν λυχνίᾳ ἀοίδιμε, φεγγοβόλους
ἀπηστραψας, τῶν δογμάτων καὶ τῶν ὕμνων αὐγὰς τῷ κόσμῳ.
Ὁ Ἰωάννης προφητῶν καὶ τοῦ παλαιοῦ
νόμου πατήρ, ὁ βαπτιστής· τοῦ δὲ καινοῦ, καὶ τῆς χάριτος ὤφθης συμπέρασμα,
Ἰωάννη μακάριε, καὶ σφραγὶς τῶν θεολόγων διδασκάλων.
Νέκταρ γλυκὺ ποταμηδόν, μάννα ζωηρόν ἀμβροσία, χύσις ἐλαίου δαψιλής, οἶνος ἥδιστος ἅμα πηγάζουσιν, ἐν τοῖς ὕμνοις τοῦ μάκαρος· οἱ βουλόμενοι τρυφᾶτε τρυφὴν ἀγήρω.
Θεοτοκίον.
Ἁγιωσύνης ἱερὸν ἐλεημοσύνης χωρίον, δικαιοσύνης ἀληθῶς, ἐνδιαίτημα θεῖον πανάμωμε, τὴν ψυχήν μου παθήμασι, μιανθεῖσαν καθαγίασον ἐλέει.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς ἐν
τῇ καμίνῳ.
Σοφίαν καὶ σύνεσιν καὶ γνῶσιν, ἐκ πράξεως ἀρίστης κομισάμενος, ἤρθης ἐν τῷ πνεύματι, λόγῳ ὁδηγούμενος, πρὸς θεωρίας ὕψωμα, ὅ περ αἰθέριον, λαμπρὸς ἀναδειχθεὶς θεολόγος, καὶ τῶν ἀθεάτων ἐξηγητὴς καὶ μύστης.
Τοῦ λόγου τὴν λύραν τῇ μαγάδι, τονώσας τῆς ἐπιστήμης ἐμελούργησας, μέλη παναρμόνια, ᾄσματα σειρήνια, διαπρεπῆ τερπνότατα καρδίας θέλγητρα, ψυχῆς ἀνιωμένης γαλήνην, οἷς ἡ ἐκκλησία λαμπρῶς κατακοσμεῖται.
Ἐδέξω θεόθεν ὡς ἐπόθεις, καρδίας
πλάτος, σοφίας χῦμα ἄμετρον· ὅθεν ἐξηρεύνησας φύσεως μυστήρια, καὶ λογικὰ
προβλήματα σοφῶς ἐπέλυσας, λευκάνας φωτισμῷ σαφηνείας, τὰ ὑπὸ τὸν γνόφον
πολλοῖς κεκαλυμμένα.
Ὁμότιμον ἄναρχον Τριάδα, δοξάζων ἐθεολόγησας ἀοίδιμε, ἕνα μόνον αἴτιον, Υἱοῦ τε καὶ τοῦ Πνεύματος, Πατέρα· τοῦ δὲ Πνεύματος Υἱὸν ἀναίτιον· Υἱοῦ γάρ, ὡς ἔφης, λέγομεν Πνεῦμα, ἐξ Υἱοῦ δὲ τοῦτο λέγομεν οὐδόλως.
Θεοτοκίον.
Νεύματι τὸ πᾶν ὁ φέρων Λόγος, ἐκ μήτρας σου προελθὼν ὡς ἄλλος ἥλιος, ἀκτῖνας οὖν ἀπέστειλε, κήρυκας τῆς πίστεως, εἰς τὰ τοῦ κόσμου πέρατα, ὧν ἐπεσφράγισε, τὸ κήρυγμα ὁ σὸς Ἰωάννης, ἔργοις τε καὶ λόγοις, πανύμνητε παρθένε.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Μέλεσι τερπνοῖς, τὸ ἄλσος πανεύφημε
καταφωνεῖς μυστικῶς, τὸ τῆς ἐκκλησίας νῦν, ὡς ἀηδὼν πολύφωνος, ἄρτι μὲν
δεσποτικὰ μυστήρια ἀναβαλλόμενος, νῦν δὲ αὖθις τὴν ἁγνὴν ὑπόθεσιν, καὶ τοὺς
ἄλλους ἁγίους μιμούμενος.
Ἄγετέ μοι νῦν, προθύμως ὡς ἔνεστι συναγωνίσασθε, καὶ συνεξεργάσασθε τὴν εὐφημίαν οἱ περὶ λόγους τε, καὶ μουσικὴν τὴν πρόχειρον ἐνασχολούμενοι, τὸν πατέρα ταύτης καὶ διδάσκαλον, εὐφημοῦντες λαμπρῶς καὶ γεραίροντες.
Ῥήματα ζωῆς, θησαυρὸν ἀκένωτον τῆς ἐκκλησίας Χριστοῦ, ἔλιπες τοὺς λόγους σου καὶ μετὰ θάνατον, τὸ δὲ ἅγιον καὶ θεοφόρον σῶμά σου, θαυμάτων βρύον κρουνούς ἀειρόους, καὶ πηγὰς ἰάσεων, βασιλίδι τῶν πόλεων δέδωκας.
Κήπων λογικῶν, οὕς ἐκαλλιέργησας αὐτὸς δρεψάμενος, ἄνθος ὡς ἡδύπνοον, τὸν ὕμνον τοῦτον σοὶ προσενήνοχα, τὰ σὰ γοῦν προσδεξάμενος μόνην τὴν πρόθεσιν, πληρεστάτην ἔπιδε τυγχάνουσαν, καὶ Θεόν μοι ἱλέωσαι ἅγιε.
Θεοτοκίον.
Ὦ τῶν δωρεῶν, ὧν ἡ φύσις ἅπασα τῆς σῆς ἀπήλαυσε, κόρη οἰκειότητος, μεθ᾿ ὧν τὸ θαῦμα τὸ τῆς χειρὸς τοῦ σοφοῦ, Δαμασκηνοῦ σωτήριον πᾶσι γεγένηται, ἐκκλησίας κόσμος διαυγέστατος, εὐσεβείας βεβαίωσις ἄσειστος.
Ἐξαποστειλάριον. Ἐν
Πνεύματι τῶ Ἱερῶ
Ἀνέτρεψας σοφίᾳ σου, τὰς αἱρέσεις
παμμάκαρ, ὦ Ἰωάννη πάνσοφε, καὶ ὀρθόδοξον δόγμα, τῇ Ἐκκλησίᾳ δέδωκας, τοῦ ὀρθῶς
δογματίζειν, καὶ δοξάζειν Τριάδα, Μονάδα τρισυπόστατον, ἐν μιᾷ τῇ οὐσίᾳ.
Θεοτοκίον, ὅμοιον.
Ἐκύησας Πανάχραντε, τὸν Θεοῦ Θεὸν
Λόγον, τῷ κόσμῳ τὴν σωτήριον, ἐκτελοῦντα πανσόφως, οἰκονομίαν ἀρίστην· διὰ τοῦτό
σε πάντες, ὑμνολογοῦμεν ἀξίως, ὡς πρεσβεύουσαν τούτῳ, λυτρωθῆναι ἡμᾶς νόσων,
καὶ παντοίων κινδύνων.
Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν στίχους 4 καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου
κληθείς.
Ὁ τὴν σοφίαν αὐτὴν ἔνοικον ἔχων, ὅτε ὁ
δυσώνυμος ῥαγδαῖον ἔπνευσε, κατὰ τῶν θείων μορφώσεων πυρὶ διδόναι, καὶ
ἐξαλείφειν ἐγκελευόμενος, τότε σὺ πανόλβιε συναγωγὼν σεαυτόν, καὶ συγκινήσας τῷ
πνεύματι τῆς θεωρίας, λογογραφεῖς σαφῶς τὴν εὐσέβειαν, καὶ ἀντιθέτοις ἀγῶσι
τρέπεις τὸν τῆς αἱρέσεως προϊστάμενον· μετελθὼν οὖν σε δόλῳ, τοῦ σκοποῦ οὐδὲν
ἀπώσατο.
Τῆς ἐκκλησίας ὁ ῥήτωρ ὁ πυρίπνους,
σάλπιξ ἡ διάτορος ἡ μουσικὴ χελιδών, τὸ θεοκρότητον ὄργανον τῆς εὐσεβείας, ὁ μέγας
κήρυξ ὁ διαπρύσιος, ὁ κύκνος ὁ εὔλαλος ὁ θεοφόρος αὐλός, τῶν ἀρετῶν τὸ
θησαύρισμα φιλοσοφίας, τῆς ἀνωτάτω θεῖον ἀρχέτυπον, χρυσῆ κιθάρα συγκροτοῦσα,
πρὸς ἁρμονίαν τοὺς ᾄδοντας πνεύματι, Ἰωάννης ὁ Σύρος, εὐφημείσθω τὰ προσήκοντα.
Τῶν ἀποστόλων μαρτύρων καὶ ὁσίων, τὸν κλεινὸν συμμέτοχον ἀνευφημήσωμεν, τὸν τῶν ἀγγέλων ζηλώσαντα τὴν ἀσαρκίαν, βροτείου γένους τὴν ὡραιότητα, δογμάτων τὸ πέλαγος θεολογίας βυθόν, τὸν ἐν τοῖς ᾄσμασι τέρποντα τὴν ἐκκλησίαν, καὶ πανηγύρεις θείας φαιδρύνοντα, τὸν Δαμασκόθεν Ἰωάννην τὸν μελουργὸν καὶ θεόφθογγον κήρυκα, καὶ ταμίαν τοῦ λόγου δεόμενον ἀφθονώτατα.
Τοῖς μὲν Ἑβραίοις τὸ μάννα παραδόξως,
εἰς πᾶν μετεβάλλετο τὸ καταθύμιον, σὺ δὲ σοφῶς ἀμειβόμενος τῇ πανδαισίᾳ, τοῦ
λόγου πᾶσι τὰ πάντα γέγονας, θλιβομένων ἄνεσις εὐεκτικῶν συστολή, μαθητιώντων
διδάσκαλος, αἱρετιζόντων πέλεκυς κόπτων, πέτρα πριστήριος, τῶν μοναζόντων καὶ
μιγάδων ἀλείπτης καὶ στάθμη εὐθύτητος, Ἰωάννη θεόφρον, Δαμασκοῦ τὸ
ἐγκαλλώπισμα.
Δόξα. Ἦχος πλ. α΄.
Χάρις Θεοῦ τοῖς ἱεροῖς σου χείλεσιν
ἀληθῶς ἐξεχύθη, πατὴρ ἡμῶν Ἰωάννη, καὶ ἡ γλῶσσά σου κάλαμος γραμματέως, ἐδείχθη
τοῦ παναγίου Πνεύματος, ἡ δὲ θεοφόρος σου ψυχή, παντοδαπῆς σοφίας ἐνδιαίτημα
σεπτόν· ὅθεν τῶν θείων ὕμνων τὸ σύντονον, ταῖς εὐφραδέσι μελῳδίαις ἀνῆκας, καὶ
τὰς τῶν πιστῶν εὐφροσύνης ἐνθέου ψυχὰς ἐνέπλησας, ἐξενεχθέντος εἰς πᾶσαν τὴν
οἰκουμένην τοῦ τοιούτου καλοῦ· τὴν οὖν ὑπὲρ λόγων εὔλογον χάριν, ἀπονέμοντες
ὕμνοις καὶ ᾠδαῖς ἐπαξίως, τὴν ἱεράν σου κορυφὴν καταστέφομεν, αἰτούμενοι διὰ
σοῦ τυχεῖν ἵλεω Θεοῦ, καὶ βασιλείας οὐρανῶν ἀξιωθῆναι.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ
δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ
ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη, καὶ
Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Προκείμενον τοῦ Ἀποστόλου. Ἦχος βαρύς. Ψαλμός ριε΄ (115)
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος
τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τὶ
ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν
ἡμῖν;
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ
Ἀνάγνωσμα.
(Κεφ. 4, 7-13)
Ἀδελφοί, ἑνὶ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις
κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Διὸ λέγει· ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν
αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Τὸ δὲ ἀνέβη, τί ἐστιν, εἰ μὴ ὅτι
καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ
ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Καὶ αὐτὸς ἔδωκε τοὺς
μὲν Ἀποστόλους, τοὺς δὲ Προφήτας, τοὺς δὲ Εὐαγγελιστάς, τοὺς δὲ Ποιμένας καὶ Διδασκάλους,
πρὸς τὸν καταρτισμὸν τῶν Ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος
τοῦ Χριστοῦ, μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς
ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ
πληρώματος τοῦ Χριστοῦ.
Ἀλληλουάριον
τοῦ
Εὐαγγελίου.
Ἦχος
πλ. β΄. Ψαλμός ρια΄ (111)
Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς
ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Στίχ. Δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ ἡ
δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Ἐκ τοῦ κατὰ Λουκᾶν. (Κεφ. 12, 8-12)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς·
πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου
ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ· ὁ δὲ ἀρνησάμενός με ἐνώπιον
τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ Θεοῦ. Καὶ πᾶς ὃς ἐρεῖ λόγον
εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· τῷ δὲ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημήσαντι
οὐκ ἀφεθήσεται. Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς καὶ τὰς ἀρχὰς καὶ
τὰς ἐξουσίας, μὴ μεριμνᾶτε πῶς ἢ τί ἀπολογήσησθε ἢ τί εἴπητε· τὸ γὰρ ἅγιον
Πνεῦμα διδάξει ὑμᾶς ἐν αὐτῇ τῇ ὥρᾳ ἃ δεῖ εἰπεῖν.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου